Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.118 Joseph. AJ 8.122 (English) >>Joseph. AJ 8.125

8.120εὐχομένους δὲ τοιαῦτα ἀποβαίνειν ἀεὶ τὰ παρʼ ἐκείνου, καὶ τὴν διάνοιαν αὐτοῖς καθαρὰν ἀπὸ πάσης φυλάττεσθαι κακίας ἐν δικαιοσύνῃ καὶ θρησκείᾳ καὶ τῷ τὰς ἐντολὰς τηρεῖν ἃς διὰ Μωυσέος αὐτοῖς ἔδωκεν θεὸς διαμενούσας· ἔσεσθαι γὰρ οὕτως εὔδαιμον τὸ Ἑβραίων ἔθνος καὶ παντὸς ἀνθρώπων γένους μακαριώτερον. 8.121παρεκάλει τε μνημονεύειν, ὡς οἷς ἐκτήσαντο τὰ παρόντα ἀγαθὰ τούτοις αὐτὰ καὶ βέβαια ἕξειν καὶ μείζω καὶ πλείω καταστήσειν· οὐ γὰρ λαβεῖν αὐτὰ μόνον διʼ εὐσέβειαν καὶ δικαιοσύνην, ἀλλὰ καὶ καθέξειν διὰ ταῦτα προσῆκεν ὑπολαμβάνειν· εἶναι δὲ τοῖς ἀνθρώποις οὐχ οὕτως μέγα τὸ κτήσασθαί τι τῶν οὐχ ὑπαρχόντων, ὡς τὸ σῶσαι τὰ πορισθέντα καὶ μηδὲν ἁμαρτεῖν εἰς. βλάβην αὐτῶν. 8.122

μὲν οὖν βασιλεὺς διαλεχθεὶς ταῦτα πρὸς τὸ πλῆθος διαλύει τὴν ἐκκλησίαν τελέσας θυσίας ὑπέρ τε αὑτοῦ καὶ πάντων Ἑβραίων, ὡς μόσχους μὲν καταθῦσαι μυρίους καὶ δισχιλίους, προβάτων δὲ μυριάδας δώδεκα. 8.123τὸν μὲν γὰρ ναὸν τότε πρῶτον ἔγευσεν ἱερουργημάτων καὶ κατευωχήθησαν ἐν αὐτῷ πάντες σὺν γυναιξὶν Ἑβραῖοι καὶ τέκνοις, ἔτι δὲ καὶ τὴν σκηνοπηγίαν καλουμένην ἑορτὴν πρὸ τοῦ ναοῦ λαμπρῶς καὶ μεγαλοπρεπῶς ἐπὶ δὶς ἑπτὰ ἡμέρας ἤγαγεν βασιλεὺς σὺν ἅπαντι τῷ λαῷ κατευωχούμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.118 Joseph. AJ 8.122 (English) >>Joseph. AJ 8.125

Powered by PhiloLogic